Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.155 Dem. 20.157 (English) >>Dem. 20.160

20.156ἀλλʼ οὐχ οὗτος ἐχρήσατο τούτῳ τῷ μέτρῳ, ἀλλʼ ἐάν τις ἀπαιτήσῃ χάριν ὑμᾶς, “ἄτιμος ἔστωφησὶκαὶ οὐσία δημοσία ἔστω.” δύο τιμήματα ταῦτα. “εἶναι δὲ καὶ ἐνδείξεις καὶ ἀπαγωγάς· ἐὰν δʼ ἁλῷ, ἔνοχος ἔστω τῷ νόμῳ ὃς κεῖται, ἐάν τις ὀφείλων ἄρχῃ τῷ δημοσίῳ.” θάνατον λέγει· τοῦτο γάρ ἐστʼ ἐπʼ ἐκείνῳ τοὐπιτίμιον. οὐκοῦν τρία τιμήματα ταῦτα. πῶς οὖν οὐ σχέτλιον καὶ δεινόν, ἄνδρες Ἀθηναῖοι, εἰ χαλεπώτερον εἶναι παρʼ ὑμῖν δόξει χάριν εὖ ποιήσαντʼ ἀπαιτεῖν τὰ δεινότατʼ ἐργαζόμενον ληφθῆναι;

20.157αἰσχρός, ἄνδρες Ἀθηναῖοι, καὶ κακῶς ἔχων νόμος, καὶ ὅμοιος φθόνῳ τινὶ καὶ φιλονικίᾳ καὶτὸ λοιπὸν ἐῶ· τοιούτοις δέ τισιν προσέοιχʼ γράφων χρῆσθαι. ὑμῖν δʼ οὐχὶ πρέπει τὰ τοιαῦτα μιμεῖσθαι, οὐδʼ ἀνάξια φαίνεσθαι φρονοῦντας ὑμῶν αὐτῶν. φέρε γὰρ πρὸς Διός, τί μάλιστʼ ἂν ἀπευξαίμεθα πάντες, καὶ τί μάλιστʼ ἐν ἅπασι διεσπούδασται τοῖς νόμοις; ὅπως μὴ γενήσονται οἱ περὶ ἀλλήλους φόνοι, περὶ ὧν ἐξαίρετος βουλὴ φύλαξ ἐν Ἀρείῳ πάγῳ τέτακται. 20.158ἐν τοίνυν τοῖς περὶ τούτων νόμοις Δράκων φοβερὸν κατασκευάζων καὶ δεινὸν τό τινʼ αὐτόχειρʼ ἄλλον ἄλλου γίγνεσθαι, καὶ γράφων χέρνιβος εἴργεσθαι τὸν ἀνδροφόνον, σπονδῶν, κρατήρων, ἱερῶν, ἀγορᾶς, πάντα τἄλλα διελθὼν οἷς μάλιστʼ ἄν τινας ᾤετʼ ἐπισχεῖν τοῦ τοιοῦτόν τι ποιεῖν, ὅμως οὐκ ἀφείλετο τὴν τοῦ δικαίου τάξιν, ἀλλʼ ἔθηκεν ἐφʼ οἷς ἐξεῖναι ἀποκτιννύναι, κἂν οὕτω τις δράσῃ, καθαρὸν διώρισεν εἶναι. εἶτʼ ἀποκτεῖναι μὲν δικαίως ἔν γε τοῖς παρʼ ὑμῖν νόμοις ἐξέσται, χάριν δʼ ἀπαιτεῖν οὔτε δικαίως οὔθʼ ὁπωσοῦν διὰ τὸν τούτου νόμον;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.155 Dem. 20.157 (English) >>Dem. 20.160

Powered by PhiloLogic